Translate

Δευτέρα 1 Νοεμβρίου 2021

ΙΕΡΑ ΠΑΡΑΚΛΗΣΗ ΑΓΙΑΣ ΜΑΡΙΝΑΣ

 


 

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.

 

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

 

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῦ.

 

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.

 

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

 

εἶτα τά Τροπάρια·

 

Ἦχος δ’.  Ὀ ὑψωθείς ἐν τῷ Σταυρῶ

Τήν Ἀθλοφόρον καί Παρθένον Μαρῖναν, τήν δι’ ἁγνείας τήν ψυχήν ωραίσασαν, ἀνευφημοῦντες κράξωμεν ἐκ μέσης ψυχῆς. Μάρτυς ἀξιάγαστε, ταῖς πρεσβείαις ῥῦσαι, πάντας τούς τιμῶντας σε, τοῦ λιμοῦ καί λοιμοῦ τε, καί πάσης ἄλλης βλάβης τοῦ ἐχθροῦ, ὅπως ὑμνῶμεν ενθέως τήν Μνήμην σου.

 

Δόξα Πατρί…….

 Οὐράνιον ἐφύμνιον ἐν γῇ τελεῖται λαμπρῶς, ἐπίγειον πανήγυριν νῦν ἑορτάζει φαιδρῶς, Ἀγγέλων πολίτευμα. Ἄνωθεν ὑμνωδίαις, εὐφημοῦσι τούς ἄθλους, κάτωθεν Ἐκκλησία τήν οὐράνιον δόξαν· ἥν εὗρες πόνοις καί ἄθλοις τοῖς σοῖς, Φανούριε ἔνδοξε.

 

Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν. Ὡς θεῖοι θεράποντες, καὶ ἰατῆρες βροτῶν, ἀνάργυρον βλύζετε, τὴν θεραπείαν ἠμίν, Ἀνάργυροι ἔνδοξοι, ὅθεν τοὺς προσιόντας, τὴ σεπτὴ ὑμῶν σκέπη, ρύσασθε νοσημάτων, καὶ παθῶν ἀνιάτων, Κοσμᾶ καὶ Δαμιανέ, Ρώμης βλαστήματα.

 

Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομεν, ποτέ, Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἷ μή γάρ Σύ προΐστασο πρεσβέβουσα, τις ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων: Τις δε διεφύλαξεν ἐῷς νῦν ἐλευθέρους: Ούκ ἀποστῶμεν, Δέσποινα , ἐκ Σου, σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ὁ Ν΄ (50) Ψαλμός.

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν.

Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

 

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἐν τοῖς Θεοτοκίοις Σεραφείμ.

 

Ὠδή ἀ’. Ἦχος πλ δ’ Ὑγράν διοδεύσας.

ΑΓΙΑ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ

Σκιρτῶσαι, Μαρῖνα, ἐν οὐρανῶ, καί τῶν τοῦ ὑψίστου, πληρουμένη μαρμαρυγῶν, φώτισον τόν νοῦν μου σαῖς πρεσβείαις, καί σκοτασμοῦ τῶν παθῶν με ἀπάλλαξον.

ΑΓΙΑ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ

Θερμῶς ἱκετεύω σε ὁ οἰκτρός, ταῖς σαῖς ἱκεσίαις, ὦ Μαρῖνα Μάρτυς Χριστοῦ, δυσχερῶν τοῦ βίου λύτρωσαί με, καί τῶν παθῶν μου τόν τάραχον κόπασον.

 

 

ΑΓΙΑ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ

Μέγα τό κατόρθωμα σου, Σεμνῇ, δράκοντα γάρ μέγαν, ἐταπείνωσας εὐθαρσῶς, κάμε ὅθεν δώρησαι, Μαρῖνα, περιφρονήσαι αὑτοῦ τά σοφίσματα.

 

ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΩΝ  ΗΜΑΣ

Σύ εἷ, Παρθένε ἄσπιλε, τῆς ἐμῆς, διανοίας θάρρος, καί ἐλπίς μου τῆς ταπεινῆς, ψυχῆς καί καρδίας ταλαιπώρου, σύ εἷ τό φώς, ἡ ζωή καί ἀνάστασις.

 

Ὠδή γ ’. Σύ εἷ στερέωμα.

ΑΓΙΑ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ

Χαίρουσα, Πανόλβιε, ἐν Οὐρανοῖς σύν τοῖς Μάρτυσι, πάντας ἡμᾶς, φρούρησον εὐχαῖς σου, καί παθῶν ἐλευθέρωσον.

ΑΓΙΑ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ

Σκέπην τήν Εἰκόνα σου, Σοφή Μαρῖνα, οἰόμενοι, δαιμονικάς, φεύγομεν παγίδας, καί δεινῶν ἐκλυτρούμεθα.

ΑΓΙΑ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ

Ὕμνον εὐχαριστήριον, ὁ σός οἰκέτης προσφέρω σοι, διασωθείς, δεινῆς ἀσθενείας, ὦ Μαρῖνα, πρεσβείαις σου.

 

ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΩΝ  ΗΜΑΣ

Ἔχω σε, Πανάσπιλε, βίου προστάτιν καί τεῖχος ἄρρηκτον, διό δεινῶν, τοῦ ματαίου βίου, οὗ πτοοῦμαι τήν ἔφοδον.

 

Ὠδή δ’ Εἰσακήκοα Κύριε.

ΑΓΙΑ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ

Ἐντρυφῶσα, Πανένδοξε, καί ἐνηδομένη θείαις λαμπρότησι, τῶν τιμώντων σε μνημόνευε, καί ἐκ νόσων ῥύου, ταῖς πρεσβείαις σου.

ΑΓΙΑ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ

Τῶν ἁγίων αἱμάτων σου, οἱ κρουνοί Μαρῖνα, κατέσβεσαν, τήν δεινήν παθῶν μου φλόγωσιν, καί εἰς ὑγείαν με ὁδηγῆσαν.

ΑΓΙΑ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ

Σταλαγμοῖς τῶν ἀομάτων σου, πᾶσαν ἀθεΐας πυράν κατέσβεσας, καί τῶν τιμώντων ἢρδευσας, τάς ψυχάς, Μαρῖνα, Θεοδόξαστε.

 

ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΩΝ  ΗΜΑΣ

Ῥόδον σύ τό ἀμάραντον, ὦ Παρθένε μόνη βλαστήσασα, ταῖς πρεσβείαις σου περίζωσε, τούς προστρέχοντας σοι, Μητροπάρθενε.

 

Ὠδή ἕ’ Φώτισον ημάς.

ΑΓΙΑ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ

Φώτισον ἡμᾶς, τούς τιμῶντας σε, Θεόπνευστε, φωτί τῷ μεγάλῳ νῦν προσεγγίζουσα, καί φωτοφόρους, τάς ψυχάς ἡμῶν ἀπέργασαι.

ΑΓΙΑ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ

Ῥεύμασι σεπτοῖς, τῶν αἱμάτων σου κατάσβεσον, πῦρ τό τῆς ἀπάτης καί ξήρανον ῥοῦν, τῆς δυσσεβῶν τυραννίας, Μαρῖνα Πάνσεμνε.

ΑΓΙΑ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ

Θείαις καλλοναῖς, τοῦ Νυμφίου σου, ἀοίδιμε, ἐνηδομένη τῶν ὑμνούντων σε, φωτός τοῦ θείου, τάς ψυχάς εὐχαῖς σου ἔμπλησον.

 

ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΩΝ  ΗΜΑΣ

Ἄχραντε Σεμνῇ, θείω ὕδατι με ράντησον, καί ταῖς λιβάσι τοῦ ἐλέους σου, σταγόνας δίδου, τῶν δακρύων ὑετίζειν με.

 

Ὠδή στ’ Ἱλάσθητι μοι Σωτήρ.

ΑΓΙΑ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ

Ἐλήλυθε φωταυγής, Σεμνή ἡ Μνήμη σου σήμερον, φωτίζουσα τούς πιστῶς, ἐν ταύτῃ τιμῶντας σε, καί σκότος διώκουσα, παθών ἀνιάτων, καί δαιμόνων ταῖς πρεσβείαις σου.

ΑΓΙΑ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ

Στεφάνῳ παρθενικῷ, Χριστός, Μαρῖνα, σε ἔστεψεν, ὡς καθαράν καί ἁγνήν, καί χορῷ Παρθένων σε, δεόντως ἐσκήνωσε, διό ὑπέρ πάντων, ἡμῶν τοῦτον καθικέτευε.

ΑΓΙΑ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ

Ὑμνοῦσα σύ τόν Θεόν, φωναῖς ἀπαύστοις μνημόνευε, ἡμῶν τῶν ἁμαρτωλῶν, Μαρῖνα Πανένδοξε, ῥυσθῆναι ἐκ θλίψεως, λοιμικῆς τε νόσου, καί δεινῶν τοῦ πολεμήτορος.

 

ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΩΝ  ΗΜΑΣ

Φωνή Αρχαγγελική, Θεόν, Μαρία, ἐγέννησας, ὀν ἐξιλέωσαι νῦν, ἡμῖν ὡς ἰσχύουσα, τοῖς πίστει κραυγάζουσι, δωρηθῆναι λύσιν, τῶν πταισμάτων, Παναμώμητε.

 

Διάσωσον ἀπό κινδύνων, Μαρῖνα, ταῖς σαῖς πρεσβείαις, τούς ἐν πίστει εἰλικρινεῖ πρός σε καταφεύγοντας, καί ἴασαι τά πολλά ἡμῶν πάθη.

 

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

 

Αῖτησις καί τὸ Κοντάκιον.

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.

Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἦχος β’

Νύμφη ἐκλεκτή τοῦ Σωτῆρος, Μαρῖνα ἔνδοξε, τάς σειράς τῶν πολλῶν μου πταισμάτων διάρρηξον, παθῶν φθορᾶς καί κινδύνων ῥῦσαι, καί τήν ἀχλύν τῶν νόσων μου διασκέδασον, ταῖς πρός Θεόν λιταῖς σου, Παναοίδιμε.

Εἶτα τὸ Α΄ ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου.

Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ μὲ πάθη* ἀλλ΄ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Δίς

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου* ὡς χόρτος γὰρ πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. Δίς

Δόξα…

Ἁγίῳ Πνεύματι, πᾶσα ψύχη ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικη Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν…

Ἁγίῳ Πνεύματι ἀναβλυζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

 

 

Προκείμενον

Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι, καί εἰσήκουσε τῆς δεήσεως μου

Στίχ. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου, καί κατεύθηνε τά διαβήματα μου.

 

Εὐαγγέλιον Ἐκ τοῦ κατά Λουκᾶν (Κεφ. θ’ 1 – 6)

Τῷ καιρῶ ἐκείνῳ, συγκαλεσάμενος ὁ Ἰησοῦς τούς δώδεκα μαθητάς αὑτοῦ ἔδωκεν αὑτοῖς δύναμιν καί ἐξουσίαν ἐπί πάντα τά δαιμόνια καί νόσους θεραπεύειν. καί ἀπέστειλεν αὐτούς κηρύσσειν τήν βασιλείαν τοῦ Θεοῦ καί ἰᾶσθαι τούς ἀσθενοῦντας, καί εἶπε πρός αὑτούς: Μηδέν αἴρετε εἰς τήν ὀδόν, μήτε ῥάβδους, μήτε πήραν, μήτε ἄρτον, μήτε ἀργύριον, μήτε ἀνά δύο χιτώνας ἔχειν. Καί εἰς ἤν ἀν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καί ἐκεῖθεν ἐξέρχεσθε. Καί ὅσοι ἀν μή δέξονται ὑμᾶς, ἐξερχόμενοι ἀπό τῆς πόλεως ἐκείνης καί τόν κονιορτόν ἀπό τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ’ αὑτούς. Ἐξερχόμενοι δε, διήρχοντο κατά τάς κώμας εὐαγγελιζόμενοι καί θεραπεύοντες πανταχοῦ.

 

Δόξα.

Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

 

Καί νῦν.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων

 

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός …

Προσόμοιον.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μαρῖνα Πανένδοξε, τῶν Ἀθληφόρων τό κλέος, σύν Παρθένων τάγμασι, καί χοροῖς Μαρτύρων, τούς ἐκτελοῦντας σου, πίστει τήν Κοίμησιν, καί τήν θείαν Μνήμην, καί τῆ σκέπη προσπελάζοντας, τῆ σή, Πανεύφημε, σῷζε τῷ Κυρίῳ πρεσβεύουσα, καί πᾶσαν νόσον ἴασαι, καί τῶν ψυχικῶν ἐλευθέρωσον, δεινῶν ἀλγηδόνων, καί ῥῦσαι ἐκ κινδύνων τοῦ ἐχθροῦ, ὡς παρρησίαν πρός Κύριον έχουσα, Θεόσοφε.

 

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου Μύρων τῆς Λυκίας, Σπυρίδωνος Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, Νικολάου του εκ Νάξου τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Πολυκάρπου, Χαραλάμπους, Βλασίου καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων γυναικῶν Θέκλας, Αἰκατερίνης, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τῶν Ἁγίων Ἀναργύρων Κοσμά καί Δαμιανοῦ τῶν ἐκ Ρώμης, την Αγία μεγαλομάρτυρα Μαρίνα ὧν τὴν ιερά παράκληση ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων· Ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου, καὶ ἐλέησον ἡμᾶς.

Ὁ χορὸς·

Κύριε, ἐλέησον (ιβ´).

Ὁ Ἱερεύς·

Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπία τοῦ μονογενοῦς σοῦ Υἱοῦ, μεθ’ οὐ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

 

Ὠδή ζ’ Παῖδες Εβραίων.

ΑΓΙΑ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ

Ὄμβροις τῶν σῶν αἱμάτων ῥεῖθρα, ἀπεξήρανας εἰδώλων φλυαρίας, ἐπομβρίζεις δε νῦν, ἰάματα παντοία, Μάρτυς Μαρῖνα, παύουσα, πῦρ δεινῶν νόσων παντοίων.

ΑΓΙΑ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ

Μάρτυς Μαρῖνα, τῷ Ὑψίστῳ, στεφηφόρος ἀεί παρισταμένη, ὑπέρ πάντων ἡμῶν, τῶν σε ὑμνολογούντων, διηνεκῶς ἱκέτευε, τοῦ ῥυσθῆναι ἐκ κινδύνων.

ΑΓΙΑ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ

Πᾶσι πηγάζει, ὦ Μαρῖνα, ποταμούς ἰαμάτων ἡ Εἰκών σου, τάς ὀδύνας ἀεί, ἐξαίροντας σωμάτων, καί τάς ψυχάς δροσίζοντας, καί πληροῦντας θυμηδίας.

 

ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΩΝ  ΗΜΑΣ

Ἔπαινον γλώσσης ἐξ’ ἀνάγνου, τῆ Πανάγνῳ σοι προσφέρω, Θεοτόκε, ἐναγῶν λογισμῶν, ῥυσθῆναι δυσωπῶν σε, καί μολυσμῶν τοῦ σώματος, ὦ Ἀμόλυντε Παρθένε.

Ὁ Ἱερεύς

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.

Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὠδή ἡ’ Τόν Βασιλέα.

ΑΓΙΑ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ

Τούς τήν σήν Μνήμην, τήν φωτοφόρον τιμῶντας, ἀπό πάσης ῥῦσαι σαῖς πρεσβείαις, νόσου, ὦ Μαρῖνα, ἶνα σε μακαρίζω.

ΑΓΙΑ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ

Τῶν ἰαμάτων, χάριν λαβοῦσα, Μαρῖνα, ἀπελαύνεις νόσους ἀνιάτους, ἐκ τῶν σε τιμώντων καί πόθῳ γεραιρόντων.

ΑΓΙΑ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ

Ἀποκαθαίρει, μολυσμούς παθημάτων, ἡ Εἰκών σου τῶν πόθῳ γεραιρόντων, Μνήμην σου τήν θείαν, Μαρῖνα Ἀθληφόρε.

 

ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΩΝ  ΗΜΑΣ

Ιωθείσαν μου, τήν ψυχήν ἁμαρτίας, δραστικῷ φαρμάκῳ σής πρεσβείας, ἴασαι, Παρθένε, ἐλπίς τῶν σε ὑμνούντων.

 

Ὠδή θ’. Κυρίως Θεοτόκον.

ΑΓΙΑ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ

Θεώσεως τυχοῦσα, καί φωτί τρυφῶσα, τῷ Οὐρανίῳ, Μαρῖνα, Θεόληπτε, τούς σε ὑμνοῦντας λιταῖς σου, δεινῶν ἀπάλλαξον.

ΑΓΙΑ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ

Μαρῖνα δωρηθῆναι, πᾶσιν Ὀρθοδόξοις, ἀπαλλαγήν δεινῶν νόσων καί θλίψεων, Χριστόν δυσώπει, καί ῥῶσιν ψυχῆς καί σώματος.

ΑΓΙΑ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ

Μαρῖνα Θεοῦ δόξαν, ἐνοπτριζομένη, ὑπέρ τῶν σε εὐφημούντων αὑτόν δυσώπητον, τοῦ μετασχεῖν θείας δόξης τε, καί λαμπρότητος.

 

 

 

ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΩΝ  ΗΜΑΣ

Μαρία Θεοτόκε, σε ὑμνολογοῦμεν, ὅτι κινδύνων καί νόσων λύτρωσαι ἡμᾶς, διηνεκῶς τόν σόν Τόκον, καθικετεύουσα.

 

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

 

Καί τά παρόντα Μεγαλυνάρια,

Τήν ἄμωμον Νύμφην τοῦ Ἰησοῦ, Μαρῖναν τήν θείαν, ἱκετεύσωμεν οἱ Πιστοί, βοῶντες ῥῦσαι νόσων, καί δεινῶν σαῖς πρεσβείαις, ἡμᾶς τούς ἐκτελοῦντας τήν θείαν Μνήμην σου.

 

Μή παύσῃ, Μαρῖνα, τοῦ Ποιητοῦ, θερμῶς δεομένη, ὑπέρ πάντων τῶν εὐσεβῶς, σε μακαριζόντων, ὡς Μάρτυρα Κυρίου, καί πόθῳ γεραιρόντων, τήν θείαν Μνήμην σου.

 

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τῷ σωθῆναι ἡμᾶς.

 

Τὸ Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).

Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,

καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

 

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί…

 

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

 

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί

τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

 

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

 

Δόξα.

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

 

Καί νῦν.

Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Καὶ τὸ Ἀπολυτίκιον

Ἦχος πλ. ἀ’ Τόν Συνάναρχον Λόγον

Τοῦ ἐχθροῦ τάς ἐνέδρας ῥύμη διέφυγες, καί αὑτῷ προσπλακεῖσα ὑπερηκόντησας, καί ἐκ Θεοῦ τήν δαψιλῇ χάριν ἀπείληφας, ἀποσοβεῖν ἐκ τῶν Πιστῶν, τάς νόσους τάς λυμαινώδεις, διό πρέσβευε τῷ Κυρίῳ, ὑπέρ ἡμῶν, Μαρῖνα ἔνδοξε

 

Ἒτερον Ἀπολυτίκιον τῆς Ἀγίας.

Ἦχος ἀ’ Τῆς ἐρήμου πολίτης

Τοῦ πατρός ἐκ βρέφους ἀπεστράφης τά εἴδωλα, καί τοῦ Ὀλυβρίου τυράννου τήν ὀφρύν κατεπάτησας, Μαρῖνα πανεύφημε σεμνή, ῥωσθεῖσα δε ἰσχύϊ Σταυροῦ αἰσθητοῦ τήν τοῦ φανέντος, κεφαλήν συντρίβεις πολεμήτορος. Δόξα τῷ σε δοξάσαντι Χριστῷ, δόξα τῷ σε στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σου, πᾶσιν ἰάματα.

 

Ἐκτενὴς καὶ Ἀπόλυσις,

Εἶτα μνημονεύει καὶ πάλιν ὁ Ἱερεύς, καὶ μεθ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε, ἐλέησον (γ΄).

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

 

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμη, πόλει, νήσω) ταύτη, τῶν ἐνοριτών, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν (ἡ κώμην, ἢ χώραν, ἢ νῆσον ἢ μονὴν) ταύτην (ἢ τὸν οἶκον τούτον), καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ ἡμῶν κινουμένην· καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῇς, καὶ ἐλεῆσαι ἡμᾶς.

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.»

Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός· Ἀμήν.

Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τῶν Ἁγίων Ἀναργύρων Κοσμά καί Δαμιανοῦ τῶν ἐκ Ρώμης, ὧν καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεῆσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

 

Ἦχος β’ Ὅτε ἐκ τοῦ ξύλου

Σήμερον ὑμνοῦμεν εὐσεβῶς, Μάρτυς Ἀθληφόρε Μαρῖνα, σου τό ἐκνίκημα καί τήν θείαν Μνήμην σου, καί εὐκλεῆ ἑορτήν, οἱ ὀρθῶς δογματίζοντες, Τριάδαν ἀγίαν, καί σε ἱκετεύομεν, ῥῦσαι σούς δούλους δεινῶν, νόσων καί παντοίων κινδύνων, καί τῆς τοῦ ἐχθροῦ τυραννίδος, τούς σοι προσπελάζοντας ἀοίδιμε.

 

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

 

Τήν πᾶσαν ἐλπίδα μου, εἰς σε ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον με ὑπό τήν σκέπην σου.

 

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,

Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς,

Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου