Translate

Σάββατο 19 Σεπτεμβρίου 2020

ΙΕΡΑ ΠΑΡΑΚΛΗΣΗ ΑΓΙΩΝ ΑΝΑΡΓΥΡΩΝ ΚΟΣΜΑ ΚΑΙ ΔΑΜΙΑΝΟΥ

 


ΙΕΡΑ ΠΑΡΑΚΛΗΣΗ ΑΓΙΩΝ ΑΝΑΡΓΥΡΩΝ

ΚΟΣΜΑ ΚΑΙ ΔΑΜΙΑΝΟΥ
 

Ὁ Ἱερεύς·

 

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάριστον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῷσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

 

Ὁ χορός· Ἀμὴν

 

Κύριε, εἰσάκουσoν τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.

Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.

Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.

Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.

Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.

Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.

Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ´ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπί σοὶ ἤλπισα.

Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.

Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου· Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.

Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμί.

 

Ἦχος δ´.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

 

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τάς χαμαιζήλους ἠδονᾶς συμπατοῦντες, καί Αναργύρων τους νοσοῦντας ἰώμενοι, Ἀνάργυροι πανεύφημοι καί θεῖοι ἰατροί, πρός Χριστοῦ ἐστέφθητε, οὐρανίοις στεφάνοις, ὅθεν ἰκετεύομεν, σκοτασμοῦ ἁμαρτίας, καί νοσημάτων ρύσασθε ἠμᾶς, τόν ἐπί πάντων Θεόν ἱκετεύοντες.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Τή Θεοτόκω μετά δέους ἐμφρόνως, πάντες προσδράμωμεν κραυγάζοντες πόθω, Ὑπεραγία Δέσποινα Πανύμνητε, ρύσαι τῷ ἐλέει σου, ἀδοκήτων κινδύνων, πάσης περιστάσεως καί κολάσεως τάχος, καί πάσης νόσων λύμης, Ἀγαθή, εὐλογημένη Μαρία Θεονυμφε.

Ψαλμός Ν΄ (50).

Ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιον μούεεστι διά παντός. Σοί μόνω ἥμαρτον, καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου, καί τό Πνεῦμα σου τό ἅγιον μή ἀντανέλης ἀπ’ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην, ὁ Θεός, οὐκ ἐξουδενώοει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ.

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος. Ὠδή ἅ΄ .Ἦχος πλ. δ΄ .Ὑγρᾶν διοδεύσας.

ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ                     Πολλοῖς συνεχόμενος ἀλγεινοῖς, πρός ὑμᾶς ἐνθέρμως, καταφεύγων ἐκδυσωπῶ, ταῖς πρός τόν Θεόν ὑμῶν πρεσβείαις, τούτων μέ τάχος, Ἀνάργυροι ρύσασθε.

ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ
Παθῶν καταφλέγει μου φλόξ δεινή, Ἀνάργυροι θεῖοι, τήν καρδίαν καί τήν ψυχήν, ταχέως οὔν ταύτην ἱκετεύω, ταῖς ὑμετέραις δεήσεσι σβέσατε.

ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ
Νοσῶν πλείστοις πάθεσι χαλεποῖς, πολλῶν ἐκ πταισμάτων, τῷ φαρμάκω τῶν δραστικῶν, ὑμῶν πρεσβειῶν πρός τόν Δεσπότην, ἐκλιπαρῶ ἰαθῆναι, Ἀνάργυροι.

Θεοτοκίον.

Συνέτισον τόν δοῦλόν σου, Μαριάμ, ἀνοιξόν μοί πύλας μετανοίας, καί ἐκ πυλῶν, τῆς θανατηφόρου ἁμαρτίας, τή μεσιτεία σου ρύσαι μέ, Δέσποινα.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος…

ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ             Προστασίαις ταῖς θείαις ὑμῶν, Ἀνάργυροι ρύσασθε, ἐμέ τόν ἐν ζάλη καί τρικυμίαις τοῦ βίου ἐγκυματούμενον, ὑμᾶς γάρ εὕρηκα, μετά Θεόν κυβερνήτας, πρός λιμένα ἄσυλον καί ἀχείμαστον.

ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ
Ἱκετεύω ἐν πόθω τήν τῆς ψυχῆς κάκωσιν, καί τάς σαρκικᾶς ἀσθενείας μου ἰατρεύσατε, ὑμεῖς γάρ πάνσεπτοι, τόν τῶν ψυχῶν καί σωμάτων, ἰατρόν τόν Πάνσοφον ἐμιμήσασθε.

ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ
Χαλεπαῖς ἀρρωστίαις καί τακτικοῖς πάθεσιν, ὄλω καθ’ ἑκάστην, Ἀνάργυροι, τηκομένω μοί, ταῖς πρός τόν Κύριον, ὑμῶν ἐνθέρμοις πρεσβείαις, φάρμακα δωρήσασθε ἀλεξίπονα.

Θεοτοκίον.

Ἐπί κλίνης ὀδύνης ὀδυνηρῶς κείμενος, σέ ἐπικαλοῦμαι Παρθένε, κλῖνον τό οὖς σου ἐμοί, σπεῦσον τοῦ σῶσαι μέ καί ἐξελέσθαι ἐν τάχει, πυρός ὑποσμύχοντος νῦν τήν καρδίαν μου.

Διάσωσον εξ ασθενείας τους δούλους σας

Κοσμά και Δαμιανέ, ὅτι πάντες τῇ σῇ πρεσβείᾳ προστρέχομεν, ἵνα ῥυσθῶμεν Ανάργυροι πάσης βλάβης.

 

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Εἶτα μνημονεύει ὁ ἱερεύς, δι´ οὓς ἡ παράκλησις γίνεται.

 

Ελέησον ημάς ο Θεός κατά το μέγα έλεος Σου, δεόμεθα Σου, επάκουσον και ελέησον.

Κύριε ελέησον (3)

Έτι δεόμεθα υπέρ του  Πατρός και Αρχιεπισκόπου ημών (δεινός) και πάσης της εν Χριστώ ημών αδελφότητος.

Κύριε ελέησον (3)

Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, [ονόματα]  και πάντων των παρακολουθούντων την αγίαν παράκλησην  ταύτην και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον.

Κύριε ελέησον (3)

 

Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

Αμήν.

 

Ὠδή δ΄. Εἰσακήκοα, Κύριε.

ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ                          Τῶν παθῶν μου τόν καύσωνα, καί τόν τῆς ἀθλίας ψυχῆς μου τάραχον, ταῖς εὐχαῖς ὑμῶν, Ἀνάργυροι, σβέσατε ἐν τάχει καί κατευνάσατε.

ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ            Ἀπολαύοντες πάντοτε, τῶν ἐκ τῆς εἰκόνος ὑμῶν, Ἀνάργυροι, χαρισμάτων, ἀναμέλπομεν, τόν ὑμᾶς δοξάσαντα ὑπεράγαθον.

ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ                          Ἐπί κλίνης μέ κείμενον, καί νόσον νοσοῦντα ψυχῆς καί σώματος, ὤ Ἀνάργυροι ἐγείρατε, ταῖς πρός τόν Σωτήρα ὑμῶν δεήσεσι.

Θεοτοκίον.

Ρῶσιν δίδου μοί, Παναγνέ, ἐπικαμπτομένη οἰκτραῖς δεήσεσι, πάσαν νόσον καί ἐπάχθειαν, ἐπιούσαν ἄφνω ἀναστέλλουσα.

 

Ὠδή ἐ΄. Φώτισον ἠμᾶς.

ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ                Ἔμπλησον ταχύ τήν ψυχήν μου θείας χάριτος, τῶν Αναργύρων ἡ σεπτή Δωδεκάς, τοῦ προσιόντος τή σκέπη καί τή εἰκόνι σου.

ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ
Λύτρωσαι μέ νῦν σαῖς πρός Κύριον ἐντεύξεσι, δεινῆς ἐκ νόσου καί πάσης θλίψεως, ὤ δωδεκάς Ἰατρῶν ἀξιάγαστε.

ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ
Ἰασαι ψυχῆς τά πολλά πάθη καί σώματος, ὤ δωδεκάς Ἰατρῶν παμμακάριστε, τῶν μετά πόθου προσκυνούντων τήν εἰκόνα σου.

Θεοτοκίον.

Ἅπαντα ἐχθρόν δυσμενῶν ἐπιτεθέμενος, ἠμίν τοῖς δούλοις σου, Πανάμωμε, θείω σου κράτει, συμπατούσα ἑξαφάνισον.

Ὠδή στ΄. Τήν δέησιν ἐκχεῶ…

ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ                     Θανάτου καί συμφορῶν καί θλίψεων, ἀπαλλάξατε δεινῶν τέ παντοίων, ὤ Ἰατροί ἄμισθοι τῶν νοσούντων, ἐσαεί λυτρωτᾶς ἐπιγραφόμενοι, σωτῆρας τέ μετά Θεόν, εὐκλεέστατοι θεῖοι Ἀνάργυροι.

ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ
Ἐν κλίνη τῶν ἀνιάτων παθῶν μου, κατακείμενος, Ἀνάργυροι θεῖοι, ἐκλιπαρῶ τῆς θερμῆς ὑμῶν σκέπης, καί ἀντιλήψεως μή μέ στερήσητε, πρεσβεύοντες διηνεκῶς, ὅπως εὕρω ὑγείας ἀντίληψιν.

Θεοτοκίον.

Φιλεύσπλαγχνε τοῦ Θεοῦ λοχεύτρια, ὤ Παρθένε Θεοτόκε Μαρία, τή πρός Θεόν ἐκτενεῖ σου πρεσβεία, τῶν δυσχερῶν μέ ἁπάλλαξον κράζοντα, δοξάζω σέ μόνη Ἁγνή, Παναγία Θεονυμφε Δέσποινα.

Ἐπιβλεψον, ὤ δωδεκάς Αναργύρων ἁγία, ἐπί τήν ἐμήν ψυχῆς τέ καί σώματος κάκωσιν, καί ἴασιν δώρησαι μοί λιταίς σου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Ελέησον ημάς ο Θεός κατά το μέγα έλεος Σου, δεόμεθα Σου, επάκουσον και ελέησον.

Κύριε ελέησον (3)

Έτι δεόμεθα υπέρ του  Πατρός και Αρχιεπισκόπου ημών (δεινός) και πάσης της εν Χριστώ ημών αδελφότητος.

Κύριε ελέησον (3)

Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, [ονόματα]  και πάντων των παρακολουθούντων την αγίαν παράκλησην  ταύτην και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον.

Κύριε ελέησον (3)

 

 

Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

Αμήν.

 

Προστᾶται θερμοί καί φύλακες ἄγρυπνοι, τῶν πίστει ὑμᾶς ἀνυμνούντων ὑπάρχοντες, ἐκ ψυχῆς βοῶμεν ὑμίν, ἀκέστορες πάνσεπτοι σπεύσατε, καί ἐκ κινδύνων λυτρώσασθε ἠμᾶς, ὡς παρρησίαν πρός Κύριον ἔχοντες.

Καί εὐθύς τό Προκείμενον. Ἦχος δ΄.
Τοῖς Ἁγίοις τοῖς ἐν τή γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.

Κύριε, ελέησον (γ').

Σοφία.Ορθοί.Ακούσωμεν του αγίου Ευαγγελίου.

Ειρήνη πάσι.

Και τω Πνεύματί σου.

 

Εκ τού κατά Ματθαίον αγίου Ευαγγελίου το ανάγνωσμα.

Πρόσχωμεν.

Δόξα σοι, Κύριε, δόξα σοι.

 

Στίχος. Ἀκούσατε ταῦτα πάντα τά ἔθνη.
Εὐαγγέλιον Ἐκ τοῦ κατά Ματθαῖον (Ι΄ 5-8).

Τῷ καιρῶ ἐκείνω, προσκαλεσάμενος ὁ Ἰησοῦς τούς δώδεκα Μαθητᾶς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατά πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καί θεραπεύειν πάσαν νόσον καί πάσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων, Εἰς ὁδόν ἐθνῶν μή ἀπέλθητε, καί εἰς πόλιν Σαμαρειτῶν μή εἰσέλθητε, πορεύεσθε δέ μᾶλλον πρός τά πρόβατα τά ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δέ, κηρύσσετε, λέγοντες. Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς ἐγείρετε, δαιμόνια ἐκβάλλετε, δωρεάν ἐλάβετε, δωρεάν δότε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τῶν Αναργύρων, πρεσβείαις, Ἐλεῆμον, ἁπάλλαξον παθῶν μέ καί δώρησαι ὑγείαν.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις εὐπροσδέκτοις, ἐλέησον τόν κόσμον, Χριστέ ὡς εὐεργέτης.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καί τό Τροπάριον. Ἦχος πλ. Β΄

ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ                 Μεταβολή θλίψεως πάσης, ἀπαλλαγή παντοίας νόσου ὑπάρχουσα, δωδεκάς ἡ ἁγία, Αναργύρων τῶν πανευκλεῶν, σῶζε πάντας ἐκ τῆς ὀλέθριας, τοῦ ἐχθροῦ ὁρμῆς καί ἐπήρειας, θείαις σου πρός Κύριον ἐντεύξεσι.

 

 

Ὁ Ἱερεύς·

Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου· ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἔφ΄ ἠμᾶς τά ἐλέη σου τά πλούσια· πρεσβείαις τῆς πανάχραντου Δεσποίνης ἠμῶν Θεοτόκου καί ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καί ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων θείων Δυνάμεων ἀσωμάτων· ἰκεσίαις τοῦ τιμίου καί ἐνδόξου προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις πατέρων ἠμῶν, μεγάλων Ἱεραρχῶν καί Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας καί Νικηφόρου Πατριάρχου Κῶν/πόλεως τοῦ Ὁμολογητοῦ. Νικολάου ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας, Σπυρίδωνος ἀρχιεπισκόπου Τριμυθοῦντος, Ἀχιλλίου καί Βησσαρίωνος ἀρχιεπισκόπων Λαρίσης, Λουκᾶ ἀρχιεπισκόπου Συμφερουπόλεως καί Κριμαίας καί Νεκταρίου ἐπισκόπου Πενταπόλεως τοῦ ἐν Αἰγήνη, τῶν θαυματουργῶν.

Τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, Θεοδώρου τοῦ Στρατηλάτου, Φανουρίου τοῦ νεοφανούς καί Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Χαραλάμπους, Ἰγνατίου καί Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων γυναικών, Αἰκατερίνης τῆς πανσόφου, Μαρίνης καί Παρασκευῆς τῆς ἀθληφόρου καί Φιλοθέης τῆς Ἀθηναίας· τῶν ἁγίων ἐνδόξων καί καλλινίκων νεομαρτύρων Γεδεῶν τοῦ ἐν Τυρνάβω, Γεωργίου τοῦ ἐκ Ραψάνης, Δαμιανοῦ καί Ἰωάννου τῶν ἐν Λαρίση μαρτυρησάντων καί τῶν Νεοφανῶν μαρτύρων Ραφαήλ, Νικολάου καί Εἰρήνης. Τῶν ἁγίων ἐνδόξων καί θεοστέπτων βασιλέων Κῶν/νοῦ καί Ἑλένης τῶν ἰσαποστόλων· τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν, Στυλιανοῦ τοῦ Παφλαγόνος, Διονυσίου τοῦ ἐν Ὀλύμπω καί Συμεών τοῦ μονοχίτωνος καί ἀνυποδήτου. Τῶν ἁγίων ἐνδόξων καί θαυματρουγῶν Αναργύρων, Κοσμᾶ καί Δαμιανοῦ, Κύρου καί Ἰωάννου, Παντελεήμονος καί Ἐρμολάου.

Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί Ἄννης· τοῦ ἁγίου (της ἡμέρας), οὗ τήν μνήμην ἐπιτελοῦμεν, καί πάντων σου τῶν Ἁγίων· Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε· ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου, καί ἐλέησον ἠμᾶς..

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ                           Τήν ὀξεῖάν μου νόσον, εἰς ὑγείαν, Ἅγιοι, μεταποιήσατε νῦν, ψυχήν ὁμού καί σῶμα, ἰώμενοι τελείως, τοῦ βοῶντος πρός Κύριον, ὁ τῶν πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.

ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ                      Σωμάτων ἰατήρας, καί ψυχῶν σωτήρας ὑμᾶς ἐπιστάμενοι, δεόμεθα ἰάσθαι, καί σώζειν τούς βοώντας, πρός τόν πάντων Σωτήρα Χριστόν, ὁ τῶν Πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.

Θεοτοκίον.

Ἐκ χειμῶνος τό ἔαρ, καί ἐκ ζάλης γαλήνη, Ἁγνή προέρχεται, ἐκ ζόφου δέ πταισμάτων, τό φῶς τῆς ἀπαθείας, μετανοία εἰσέρχεται, οἱ ἐμπαθεῖς τοιγαροῦν θαρρῶμεν μεταγνῶντες.

Ὠδή ἡ΄. Τόν Βασιλέα…

ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ                          Τούς βοηθείας τῆς παρ’ ὑμῶν δεομένους, μή παρίδητε Ἀνάργυροι θεῖοι, ἀλλ’ ἐκ νόσου πάσης λυτρώσασθε καί βλάβης.

ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ
Τῶν πειρασμῶν ὑμεῖς, προσβολᾶς τάς ποικίλας, ἐκδιώκετε, Ἀνάργυροι πάσας, ταῖς πρός τόν Δεσπότην θερμαῖς ὑμῶν πρεσβείαις.

ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ
Τῶν νοσημάτων σύ, ἰατρεῖα ἕτοιμη, ἡ τῶν θείων ἐδείχθης Αναργύρων, Δωδεκάς σοφή τέ καί ὄντως θαυμασία.

Θεοτοκίον.

Ἴνα τιμῶν ἀνυμνῶ μετά πόθου, τό παμπόθητον, Μαρία, ὄνομά σου, νόσων καί κινδύνων ἐκλύτρωσαι μέ τάχος.

Ὠδή θ΄. Κυρίως Θεοτοκίον.

ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ                         Ροήν μου τῶν δακρύων, δέξασθε ἀσμένως, καί ταῖς λιταῖς ὑμῶν πάντα τόν βόρβορον, τῶν νοσημάτων μου πλύνατε, ὤ Ἀνάργυροι.

ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ
Χαρᾶς τῆς αἰωνίου, πάντες σύν Ἀγγέλοις ἐπαπολαύοντες, θεῖοι Ἀνάργυροι, χαρᾶς ἀλήκτου πληροῦτε καί τάς καρδίας ἠμῶν.

ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ
Λιμήν καί ἰατρεῖον πέλει τῶν νοσούντων, ἡ τῶν σοφῶν Ἰατρῶν σεβασμία εἰκών, ἡ προσιόντες ἐν πίστει νόσων λυτρούμεθα.

Θεοτοκίον.

Μαρία Θεοτόκε, τῶν πιστῶν χορείας, ἐξ ὁρατῶν ρυομένη καί ἀοράτων ἐχθρῶν, σῶζε ἐκ πάσης φθορᾶς κινδύνων καί θλίψεων.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

 

Πάντων τῶν νοσούντων τούς Ἰατρούς, πηγᾶς ἰαμάτων, Αναργύρους τους εὐκλεεῖς, δεῦτε συνδραμόντες οἱ φιλέορτοι τούτους, χρεωστικῶς ἐν ὕμνοις δοξολογήσωμεν.


Ἀνάργυροι θεῖοι, θαυματουργοί, Ἰατροί νοσούντων, ἰατρεύσατε τούς θερμῶς, ἐπικαλουμένους ὑμᾶς, παθῶν ποικίλων, ταῖς ὑμῶν πρεσβείαις πρός τόν φιλάνθρωπον.


Μή παύσητε, Ἀνάργυροι Ἰατροί, ψυχῶν καί σωμάτων, ἰκετεύειν ὑπέρ ἠμῶν, τήν σεπτήν Τριάδα, ρυσθῆναι ἐκ κινδύνων, καί πάσης ἀσθενείας ἠμᾶς καί θλίψεως.


Ἰάσεων ἅπαντες τάς πηγᾶς, ὀχετούς ἀφθόνους δωρημάτων τῶν τοῦ Θεοῦ, φωτός τοῦ αὔλου τά πάμφωτα δοχεῖα, τούς θείους Αναργύρους ἀνευφημήσωμεν.

Καί τό Θεοτοκίον.

Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή· πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σύ μοι βοήθησον.

 

Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.


Ὁ Ἱερεύς• Ὅτι Σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης· Ἀμήν.

Τροπάριον.Ἦχος πλ. Δ΄.

Ἅγιοι Ἀνάργυροι καί θαυματουργοί, ἐπισκέψασθε τάς ἀσθενείας ἠμῶν, δωρεάν ἐλάβετε, δωρεάν δότε ἠμίν.

Ὁ Ἱερεύς ὡς ἔθος μνημονεύει.

Ελέησον ημάς ο Θεός κατά το μέγα έλεος Σου, δεόμεθα Σου, επάκουσον και ελέησον.

Κύριε, ελέησον. (3)

Έτι δεόμεθα υπέρ των ευσεβών και ορθοδόξων Χριστιανών.

Κύριε ελέησον. [3]

Έτι δεόμεθα υπέρ του Πατρός και Αρχιεπισκόπου ημών, (δεινός) και πάσης της εν χριστώ ημών αδελφότητος.

Κύριε, ελέησον. (3)

Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, [ονόματα] και πάντων των ευσεβών και ορθοδόξων χριστιανών, των κατοικούντων και παρεπιδημούντων εν τη κώμη ταύτη, των ενοριτών, επιτρόπων, συνδρομητών

και αφιερωτών του αγίου ναού τούτου.

Κύριε, ελέησον. (3)

Έτι δεόμεθα υπέρ του διαφυλαχθήναι την αγίαν 'Εκκλησίαν και την κώμην ταύ­την, την νήσου ταύτην, και πάσαν πόλιν και χωράν, από λοιμού, λιμού, σεισμού, καταποντισμού, πυρός, μαχαίρας, επιδρομής αλλοφύλων, εμφυ­λίου πολέμου και αιφνιδίου θανάτου, υπέρ του ίλεων, ευμενή και ευδιάλλακτον γενέσθαι

τον αγαθόν και φιλάνθρωπον Θεόν ημών,

του αποστρέψαι και διασκεδάσαι πάσαν οργήν και νόσον την καθ’ ημών κινουμένην, και ρύσασθαι ημάς εκ της επικειμένης  δικαίας αυτού απειλής, και ελεήσαι ημάς.

Κύριε, ελέησον. (3)

Έτι δεόμεθα και υπέρ του εισακούσαι Κύριον τον Θεόν ημών φωνής της δεήσεως ημών των αμαρτωλών, και ελεήσαι ημάς.

Κύριε, ελέησον. (3)

Επάκουσον ημών, ο Θεός ο Σωτήρ ημών, η ελπίς πάντων των περάτων της γης και των εν θαλάσση μακράν και ίλεως, ί­λεως γενού ημίν Δέσποτα, επί ταίς αμαρτίαις ημών, και ελέησον ημάς.

Κύριε, ελέησον. (3)

Ελεήμων γαρ και φιλάνθρωπος Θεός υπάρχεις και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

 

Αμήν.

Δόξα Σοι ο Θεός, η ελπίς ημών, Κύριε, δόξα Σοι.


Εἰς τήν ἀπόλυσιν ψάλλομεν τό παρόν Προσόμοιον, Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου Σέ νεκρόν.

Δεῦτε ὀρθοδόξων ἡ πληθύς, δεῦτε τῶν πιστῶν αἵ χορεῖαι κατασπασώμεθα, εἰκόνα τήν πάνσεπτον, τῶν Αναργύρων Χριστοῦ, Ἰατρῶν τῶν παθῶν ἠμῶν, πρός αὐτούς βοῶντες, ρύσασθε Ἀνάργυροι, ἐκ τῶν κινδύνων ἠμᾶς, νόσων καί παθῶν ἀνιάτων, ταῖς εὐχαῖς ὑμῶν πρός τόν Κτίστην, τούς ὑμᾶς τιμώντας, πανσεβάσμιοι.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.